Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.24.1 | Hdt. 2.25.3 (English) | >>Hdt. 2.26.2 |
2.25.1
ὡς δὲ ἐν πλέονι λόγῳ δηλῶσαι , ὧδε ἔχει . διεξιὼν τῆς Λιβύης τὰ ἄνω ὁ ἥλιος τάδε ποιέει · ἅτε διὰ παντὸς τοῦ χρόνου αἰθρίου τε ἐόντος τοῦ ἠέρος τοῦ κατὰ ταῦτα τὰ χωρία καὶ ἀλεεινῆς τῆς χώρης ἐούσης καὶ ἀνέμων ψυχρῶν , διεξιὼν ποιέει οἷόν περ καὶ τὸ θέρος ἔωθε ποιέειν ἰὼν τὸ μέσον τοῦ οὐρανοῦ ·
2.25.2 ἕλκει γὰρ ἐπʼ ἑωυτὸν τὸ ὕδωρ , ἑλκύσας δὲ ἀπωθέει ἐς τὰ ἄνω χωρία , ὑπολαμβάνοντες δὲ οἱ ἄνεμοι καὶ διασκιδνάντες τήκουσι · καὶ εἰσὶ οἰκότως οἱ ἀπὸ ταύτης τῆς χώρης πνέοντες , ὅ τε νότος καὶ ὁ λίψ , ἀνέμων πολλὸν τῶν πάντων ὑετιώτατοι
2.25.3 δοκέει δέ μοι οὐδὲ πᾶν τὸ ὕδωρ τὸ ἐπέτειον ἑκάστοτε ἀποπέμπεσθαι τοῦ Νείλου ὁ ἥλιος , ἀλλὰ καὶ ὑπολείπεσθαι περὶ ἑωυτόν . πρηϋνομένου δὲ τοῦ χειμῶνος ἀπέρχεται ὁ ἥλιος ἐς μέσον τὸν οὐρανὸν ὀπίσω , καὶ τὸ ἐνθεῦτεν ἤδη ὁμοίως ἀπὸ πάντων ἕλκει τῶν ποταμῶν .
2.25.4 τέως δὲ οἱ μὲν ὀμβρίου ὕδατος συμμισγομένου πολλοῦ αὐτοῖσι , ἅτε ὑομένης τε τῆς χώρης καὶ κεχαραδρωμένης , ῥέουσι μεγάλοι · τοῦ δὲ θέρεος τῶν τε ὄμβρων ἐπιλειπόντων αὐτοὺς καὶ ὑπὸ τοῦ ἡλίου ἑλκόμενοι ἀσθενέες εἰσί .
2.25.5 ὁ δὲ Νεῖλος ἐὼν ἄνομβρος , ἑλκόμενος δὲ ὑπὸ τοῦ ἡλίου μοῦνος ποταμῶν τοῦτον τὸν χρόνον , οἰκότως αὐτὸς ἑωυτοῦ ῥέει πολλῷ ὑποδεέστερος ἢ τοῦ θέρεος · τότε μὲν γὰρ μετὰ πάντων τῶν ὑδάτων ἴσον ἕλκεται , τὸν δὲ χειμῶνα μοῦνος πιέζεται .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.24.1 | Hdt. 2.25.3 (English) | >>Hdt. 2.26.2 |